Add parallel Print Page Options

12 τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ [a]ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη [b]καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14 οὕτως οὐκ ἔστιν θέλημα [c]ἔμπροσθεν τοῦ πατρὸς [d]ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται [e]ἓν τῶν μικρῶν τούτων.

15 Ἐὰν δὲ ἁμαρτήσῃ [f]εἰς σὲ ὁ ἀδελφός σου, [g]ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18 ἀμὴν λέγω ὑμῖν, ὅσα [h]ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα [i]ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα [j]ἐν οὐρανῷ. 19 Πάλιν [k]ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο [l]συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.

21 Τότε προσελθὼν [m]αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.

23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν [n]προσηνέχθη [o]αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. 25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ [p]κύριος πραθῆναι καὶ τὴν [q]γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα [r]ἔχει καὶ ἀποδοθῆναι. 26 πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· [s]Μακροθύμησον ἐπ’ [t]ἐμοί, καὶ πάντα [u]ἀποδώσω σοι. 27 σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· [v]Ἀπόδος εἴ τι ὀφείλεις. 29 πεσὼν οὖν ὁ σύνδουλος [w]αὐτοῦ παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ [x]ἐμοί, καὶ ἀποδώσω σοι. 30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως [y]οὗ ἀποδῷ τὸ ὀφειλόμενον. 31 ἰδόντες [z]οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32 τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34 καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ [aa]ὀφειλόμενον. 35 Οὕτως καὶ ὁ πατήρ μου ὁ [ab]οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν [ac]ὑμῶν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 ἀφήσει WH Treg NIV ] ἀφεὶς RP
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:12 καὶ WH Treg NIV ] RP
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἔμπροσθεν WH Treg RP NA ] NIV
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ὑμῶν NIV RP ] μου WH Treg
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:14 ἓν WH Treg NIV ] εἷς RP
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 εἰς σὲ Treg NIV RP ] WH
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:15 ὕπαγε WH Treg NIV ] + καὶ RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 ἐὰν WH NIV RP ] ἂν Treg
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:18 *ἐν WH NIV ] + τῷ Treg RP
  11. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 ἀμὴν WH Treg RP NA ] NIV
  12. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NIV ] ὑμῶν συμφωνήσωσιν RP
  13. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NIV
  14. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 προσηνέχθη NIV RP ] προσήχθη WH Treg
  15. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:24 αὐτῷ εἷς Treg NIV RP ] εἷς αὐτῷ WH
  16. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 κύριος WH Treg NIV ] + αὐτοῦ RP
  17. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 γυναῖκα WH NIV ] + αὐτοῦ Treg RP
  18. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:25 ἔχει WH Treg NIV ] εἶχεν RP
  19. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 Μακροθύμησον WH Treg NIV ] Κύριε Μακροθύμησον RP
  20. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἐμοί WH NIV RP ] ἐμέ Treg
  21. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:26 ἀποδώσω σοι WH Treg NIV ] σοι ἀποδώσω RP
  22. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:28 Ἀπόδος WH Treg NIV ] + μοι RP
  23. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 αὐτοῦ WH Treg NIV ] + εἰς τοὺς πόδας αὐτοῦ RP
  24. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:29 ἐμοί WH NIV RP ] ἐμέ Treg
  25. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:30 οὗ RP ] – WH Treg NIV
  26. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:31 οὖν WH Treg NIV ] δὲ RP
  27. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:34 ὀφειλόμενον WH Treg NIV ] + αὐτῷ RP
  28. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 οὐράνιος WH Treg NIV ] ἐπουράνιος RP
  29. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 18:35 ὑμῶν WH Treg NIV ] + τὰ παραπτώματα αὐτῶν RP